Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 25.1 Dem. 25.6 (English) >>Dem. 25.9

25.4τὰ δὲ τούτου τοῦ ἀγῶνος πῶς ἔχει; οἱ μὲν δικάσοντες ὑμεῖς ἥκετε μᾶλλον ἡμῶν τῶν κατηγόρων εἰδότες καὶ ὀφείλοντα τῷ δημοσίῳ τοῦτον καὶ ἐγγεγραμμένον ἐν ἀκροπόλει καὶ οὐκ ἐξὸν αὐτῷ λέγειν· ὥσθʼ ἕκαστον ὑμῶν κατηγόρου τάξιν ἔχειν καὶ τὸ πρᾶγμʼ εἰδέναι, μὴ μαθεῖν δεῖσθαι. 25.5 δὲ κρινόμενος τῶν μὲν εἰς σωτηρίαν φερόντων ἀλλʼ οὐδʼ ὁτιοῦν πάρεστιν ἔχων, οὐ τοὺς ὑπὲρ αὐτοῦ τοῦ πράγματος λόγους δικαίους, οὐ τὸν ἑαυτοῦ βίον ἀνθρώπινον, οὐκ ἄλλʼ οὐδʼ ὁτιοῦν ἀγαθόν· διʼ δʼ ἂν καὶ μηδʼ ὁτιοῦν ἀδικῶν τις ἔδεισε, διὰ ταῦθʼ οὗτος οἴεται σωθήσεσθαι· ἐν γὰρ τῇ τῆς πονηρίας ὑπερβολῇ τὴν ἐλπίδα τῆς σωτηρίας ἔχει. 25.6οὕτω δʼ ἐχόντων τούτων, δοκεῖ μοί τις οὐκ ἂν ἁμαρτεῖν εἰπὼν ὅτι νυνὶ κρίνεται μὲν Ἀριστογείτων, δοκιμάζεσθε δὲ καὶ κινδυνεύεθʼ ὑμεῖς περὶ δόξης. εἰ μὲν γὰρ ὀφθήσεσθʼ ἐπὶ τοῖς οὕτω φανεροῖς καὶ μεγάλοις ἀδικήμασιν ὀργιζόμενοι καὶ τιμωρούμενοι, δόξετε τοῦθʼ, ὅπερ ἐστέ, δικασταὶ καὶ φύλακες τῶν νόμων εἰσεληλυθέναι· 25.7εἰ δʼ ἕτερόν τι περιέσται τούτων, μηδεὶς μὲν ἂν αὐτὸς πεποιηκέναι φήσειεν, ἐν δὲ ταῖς ψήφοις εὑρεθήσεται, δέδοικα μὴ δόξητέ τισιν τὸν ἀεὶ βουλόμενον εἶναι πονηρὸν τῶν ἐν τῇ πόλει παιδοτριβεῖν. ἀσθενὴς μὲν γάρ ἐστιν ἅπας πονηρὸς καθʼ ἑαυτόν· δʼ ἂν ὑμεῖς πρόσθησθε, οὗτος ἰσχυρὸς γίγνεται. ἔστι δὲ τοῦτο τῷ μὲν λαβόντι παρʼ ὑμῶν ἐργασία καὶ δυναστεία, ὑμῖν δὲ τοῖς δοῦσιν ὄνειδος.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 25.1 Dem. 25.6 (English) >>Dem. 25.9

Powered by PhiloLogic